Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.78 Joseph. AJ 6.83 (English) >>Joseph. AJ 6.87

6.81 δὲ λαὸς ὑφʼ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· “ποῦ νῦν εἰσὶν οὗτοικαὶδότωσαν δίκηνκαὶ πάνθʼ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπʼ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους. 6.82Σαοῦλος δὲ τούτων μὲν ἠσπάζετο τὴν εὔνοιαν καὶ τὴν περὶ αὐτὸν προθυμίαν, ὤμοσε δὲ μήτινα περιόψεσθαι τῶν ὁμοφύλων ἀναιρούμενον ἐπʼ ἐκείνης τῆς ἡμέρας· ἄτοπον γὰρ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ δεδομένην νίκην αἵματι φῦραι καὶ φόνῳ τῶν πρὸς ἀλλήλους συγγενῶν ἑορτάζειν. 6.83

Σαμουήλου δὲ φήσαντος καὶ δευτέρᾳ δεῖν χειροτονίᾳ Σαούλῳ τὴν βασιλείαν ἐπικυρῶσαι συνίασι πάντες εἰς Γάλγαλα πόλιν· ἐκεῖ γὰρ αὐτοὺς ἐκέλευσεν ἐλθεῖν. καὶ πάλιν ὁρῶντος τοῦ πλήθους προφήτης χρίει τὸν Σαοῦλον τῷ ἁγίῳ ἐλαίῳ καὶ δεύτερον ἀναγορεύει βασιλέα. καὶ οὕτως τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. 6.84ἐπὶ γὰρ Μωυσέος καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἰησοῦ, ὃς ἦν στρατηγὸς, ἀριστοκρατούμενοι διετέλουν· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἔτεσι τοῖς πᾶσι δέκα καὶ πρὸς τούτοις ὀκτὼ τὸ πλῆθος αὐτῶν ἀναρχία κατέσχε. 6.85μετὰ ταῦτα δʼ εἰς τὴν προτέραν ἐπανῆλθον πολιτείαν τῷ κατὰ πόλεμον ἀρίστῳ δόξαντι γεγενῆσθαι καὶ κατʼ ἀνδρείαν περὶ τῶν ὅλων δικάζειν ἐπιτρέποντες· καὶ διὰ τοῦτο τὸν χρόνον τοῦτον τῆς πολιτείας κριτῶν ἐκάλεσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.78 Joseph. AJ 6.83 (English) >>Joseph. AJ 6.87

Powered by PhiloLogic